Αναρτήσεις

Προβολή αναρτήσεων από Σεπτεμβρίου 22, 2024

ΒΥΖΑΝΤΙΝΗ ΦΙΛΟΛΟΓΙΑ—Ρόδον τὸ ἀμάραντον.

Εικόνα
< Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται  πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί· καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.  Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Χριστοῦ βίβλον ἔμψυχον, ἐσφραγισμένην σε Πνεύματι, ὁ μέγας Ἀρχάγγελος, Ἁγνὴ θεώμενος, ἐπεφώνει σοι· Χαῖρε χαρᾶς δοχεῖον, δι᾿ ἧς τῆς Προμήτορος, ἀρὰ λυθήσεται. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἀδὰμ ἐπανόρθωσις, χαῖρε Παρθένε Θεόνυμφε,  τοῦ ᾍδου ἡ νέκρωσις· χαῖρε πανάμωμε, τὸ παλάτιον, τοῦ μόνου Βασιλέως· χαῖρε θρόνε πύρινε, τοῦ Παντοκράτορος. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ῥόδον τὸ ἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα·  τὸ μῆλον τὸ εὔοσμον, χαῖρε ἡ τέξασα· τὸ ὀσφράδιον, τοῦ πάντων Βασιλέως· χαῖρε Ἀπειρόγαμε, κόσμου διάσωσμα. > Ἀκάθιστος:  ΑΡΙΣΤΟΥΡΓΗΜΑ ΠΟΙΗΣΗΣ.