Τό "Κατὰ Πέτρον" ἀπόκρυφο Εὐαγγἐλιο.



Τό "Εὐαγγέλιο τοῦ Πέτρου"  ἀνακαλύφτηκε  τὸ 1886 ἀπὸ τὸν Γάλλο ἀρχαιολόγο Urbain Bouriant στὴν  σημερινὴ  αἰγυπτιακὴ πόλη Akhmim 97 km  βόρεια τοῦ Nag Hammadi .Τὸ χειρόγραφο ( ποὺ ἀνήκει στὸν 8ο αἰῶνα)   εἶχε ταφεῖ μὲ σεβασμό μαζί μὲ ἕναν Αἰγύπτιο μοναχὸ καὶ περιέχει σὲ ἀποσπασματικὴ μορφή τὸ Πάθος τοῦ Χριστοῦ  (γιὰ τὸ ὁποῖο ἐνοχοποιεῖ τὸν Ἡρώδη Ἀντύπα κι ὄχι στὸν Πιλᾶτο...) ἐνῶ εἶναι τὸ πρῶτο ἀπόκρυφο Εὐαγγἐλιο ποὺ ἔφερε στὸ φῶς ἡ ἀρχαιολογικὴ σκαπἀνη.

 Τὸ πρωτότυπο ἀνάγεται στὸν 2ο αἰ. (ἀποκαλεῖ γιὰ πρώτη φορά, τὴν πρώτη ἡμέρα τῆς ἑβδομάδος  ΚΥΡΙΑΚΗ)  ἔχει σφόδρα ἀντιεβραϊκὸ πνεῦμα , γνωρίζει καὶ ἀναπαράγει τὰ Κανονικὰ Εὐαγγέλια , ἐνῶ ἔχει παρουσιάζει μερικὲς  γνωστικίζουσες παρεμβάσεις τοῦ πρώιμου  ΔΟΚΗΤΙΣΜΟΥ: πχ. γράφει ὅτι ὁ Χριστὸς σιωποῦσε στά βασανιστήρια  <ΜΗΔΕΝΑ ΠΟΝΟΝ ΕΧΩΝ>, ἐνῶ μετὰ τὴν κραυγή "Ἠλί, ἠλί κλπ" {πού ἀποδίδει ὡς "ἡ δύναμις μου , ἠ δύναμις μου, κατἐλειψας με"} γράφει ὅτι ΑΝΕΛΗΦΘΗ  ὁ Ἰησοῦς στὸν Ούρανό—ἄρα δέν πέθανε στὸν σταυρό...
Ὡστόσο περιγράφει κανονικὰ τὴν Ἀνάσταση, γι αύτὸ καὶ οἱ εἰδικοὶ ΔΕΝ τὸ θεωροῦν Γνωστικὸ Εὐαγγἐλιο παρὰ μιλοῦν μὸνον γιὰ ΠΑΡΕΜΒΟΛΕΣ κἀποιου ἀντιγραφέα μέ ΔΟΚΗΤΙΣΤΙΚΕΣ ἀντιλήψεις στὸ πρωταρχικὸ κείμενο.

Μάλιστα φαίνεται ὅτι σκοπὸς τοῦ ἀρχικοῦ συγγραφέα  ἦταν νὰ διηγηθεῖ τὸ ΠΩΣ ἒγινε ἡ Ἀνάσταση (στὸ κείμενο άφηγητὴς ἐμφανίζεται ὁ Πέτρος , ὁ ὁποῖος λέει ὅτι μετὰ τὴν Σταύρωση ἐπέστρεψε ἀπογοητευμένος καὶ λυπημένος μαζὶ μὲ τὸν ἀδελφό του Ἀνδρέα , στὴν λίμνη τῆς Γαλιλαίας καὶ στὶς βάρκες τους...)

Γράφει λοιπὸν τὸ "Κατὰ Πέτρον" Εὐαγγέλιο  περιγράφοντας τὴν Ἁνάσταση ὅτι τὰ χαράματα τῆς Κυριακῆς στὸν Τάφο τοῦ Χριστοῦ πού φύλαγαν οἱ Ρωμαῖοι στρατιῶτες ὑπὸ τὸν ἑκατόνταρχο Πετρώνιο,  ξαφνικὰ ἀκούστηκε φωνὴ μεγάλη ἐξ ούρανοῦ , τὰ οὐράνια ἂνοιξαν μέ φῶς μέγα καὶ ὁ  λίθος κυλίστηκε μὸνος του. Τότε  δύο ἄγγελοι μπῆκαν στὸ Τάφο καὶ σήκωσαν τὸν Ἰησοῦ ἀνάμεσα τους,  ἐνῶ ἕνας ὑπερμεγέθης σταυρὸς τοὺς ἀκολουθοῦσε. Μιὰ φωνὴ ρώτησε ἐξ οὐρανοῦ "κήρυξες στοὺς κεκοιμημένους;" καὶ ἐκ τοῦ σταυροῦ ἀκούστηκε ἡ ἀπάντηση "ναί" ,
ἐνῶ οἱ τρεῖς ὑπερκόσμιες μορφὲς ψήλωσαν κι ἔφτασαν στὰ οὐρἀνια...

Ἰδοὺ τὸ πρωτότυπο ἀρχαιοελληνικὸ  κείμενο μέ  διορθώσεις δικές μου  ὁρισμἐνων  λαθῶν ἐκ τῶν ἀντιγραφἐων τοῦ κὼδικος:



< ΚΑΤΑ ΠΕΤΡΟΝ ΕΥΑΓΓΕΛΙΟΝ
...τῶν δὲ Ἰουδαίων οὐδεὶς ἐνίψατο τὰς χεῖρας, οὐδὲ Ἡρώδης οὐδ εἷς τῶν κριτῶν αὐτοῦ, καὶ τῶν βουληθέντων νίψασθαι. ἀνέστη Πειλᾶτος, καὶ τότε κελεύει Ἡρώδης ὁ βασιλεὺς παραλημφθῆναι τὸν Κύριον, εἰπὼν αὐτοῖς ὅτι Ὅσα ἐκέλευσα ὑμῖν ποιῆσαι αὐτῷ, ποιήσατε. 
 Ἥκει δὲ ἐκεῖ Ἰωσὴφ ὁ φίλος Πειλάτου καὶ τοῦ Κυριου, καὶ εἰδὼς ὅτι σταυρίσκειν αὐτὸν μελλουσιν, ἦλθεν πρὸς τὸν Πειλᾶτον καὶ ᾔτησε τὸ σῶμα τοῦ Κυρίου πρὸς ταφήν. καὶ ὁ Πειλᾶτος πέμψας πρὸς Ἡρώδην ᾐτησεν αὐτοῦ τὸ σῶμα, καὶ ὁ Ἡρώδης ἔφη ἀδελφὲ Πειλᾶτε, εἰ καὶ μή τις αὐτὸν ᾐτήκει ἡμεῖς αὐτὸν ἐθάπτομεν, ἐπεὶ καὶ σαββατον ἐπίφωσκαι γέγραπται γὰρ ἐν τῷ νόμῳ ἥλιον μὴ δῦναι ἐπὶ πεφονευμένῳ πρὸ μιᾶς τῶν ἀζυμων − τῆς ἑορτῆς αὐτῶν.
οἱ δὲ λαβόντες τὸν Κύριον ὠθοῦν αὐτὸν τρέχοντες, καὶ ἔλεγον Εὕρομεν τὸν υἱὸν ταῦ θεοῦ, ἐξουσίαν αὐτοῦ ἐσχηκότες. καὶ πορφύραν αὐτὸν περιέβαλλον, καὶ ἐκαθισαν αὐτὸν ἐπὶ καθέδραν κρίσεως, λέγοντες ∆ικαίως κρῖνε, βασιλεῦ τοῦ Ισραηλ. καὶ τίς αὐτῶν ἐνεγκὼν στέφανον ἀκάνθινον ἔθηκεν ἐπὶ τῆς κεφαλῆς τοῦ Κυρίου καὶ ἕτεροι ἑστῶτες ἐνέπτυον αὐτοῦ ταῖς ὄψεσι, καὶ ἀλλοι τὰς σιαγόνας αὐτοῦ ἐράπισαν. ἕτεροι καλάμῳ ἔνυσσον αὐτόν, καὶ τινες αὐτὸν ἐμάστιζον λεγοντες Ταύτῃ τῇ τιμῇ τιμήσωμεν τὸν υἱὸν τοῦ θεοῦ.
Καὶ ἤνεγκον δύο κακούργους, καὶ ἐσταύρωσαν ἀνὰ μέσον αὐτῶν τὸν Κύριον αὐτὸς δὲ ἐσιώπα, ὡς μηδένα πόνον ἔχων. καὶ ὅτε ἐώρθωσαν τὸν σταυρὸν ἐπέγραψαν ὅτι ΑΥΤΟΣ ΕΣΤΙΝ Ο ΒΑΣΙΛΕΥΣ ΤΟΥ ΙΣΡΑΗΛ.  καὶ τεθεικότες τὰ ἐνδύματα ἔμπροσθεν αὐτοῦ διεμερίσαντο, καὶ λάχμον ἔβαλον ἐπ αὐτοῖς. εἷς δέ τίς τῶν  κακούργων ἐκείνων ὠνείδισεν αὐτοὺς λέγων
 Ἡμεῖς διὰ τὰ κακὰ ἃ ἐποιήσαμεν οὕτῳ πεπόνθαμεν, οὐτὸς δὲ σωτὴρ γενόμενος τῶν ἀνθρώπων. τί ἠδίκησεν ὑμᾶς; καὶ ἀγανακτήσαντες ἐπ αὐτῷ ἐκέλευσαν ἵνα μὴ σκελοκοπηθῇ, ὅπως βασανιζόμενος ἀποθάνοι.
 Ἦν δὲ μεσημβρία, καὶ σκότος κατέσχε πᾶσαν τὴν Ἰουδαίαν. καὶ ἐθορυβοῦντο, καὶ ἠγώνισαν [γάρ] αὐτοῖς ἥλιον μὴ δῦναι ἐπὶ πεφονευμένῳ. 
καὶ τίς αὐτῶν εἶπεν Ποτίσατε αύτὸν χολὴν μετὰ ὄξους. καὶ κεράσαντες ἐπότισαν. καὶ ἐπλήρωσαν πάντα, καὶ ἐτελείωσαν κατὰ τῆς κεφαλῆς αὐτῶν τὰ ἁμαρτηματα. περιήρχοντο δὲ πολλοὶ μετὰ λύχνων, νομίζοντες ὅτι νὺξ ἐστίν. [τινές δέ] ἐπέσαντο. Καὶ ὁ Κύριος ἀνεβόησε λέγων·
 Η ΔΥΝΑΜΙΣ ΜΟΥ, Η ΔΥΝΑΜΙΣ ΜΟΥ, ΚΑΤΕΛΕΙΨΑΣ ΜΕ καὶ εἰπὼν ἀνελήφθη καὶ αὐτός.
 [καὶ ἐνάτης] ὥρας διεράγη τὸ καταπέτασμα τοῦ ναοῦ τῆς Ἱερουσαλὴμ εἰς δύο. καὶ τότε ἀπέσπασαν τοὺς ἥλους ἀπὸ τῶν χειρῶν τοῦ Κυρίου, καὶ ἔθηκαν αὐτὸν ἐπὶ τῆς γῆς. καὶ ἡ γῆ πᾶσα ἐσείσθη καὶ φόβος μέγας ἐγένετο. τότε ἥλιος ἔλαμψε καὶ εὑρήθη ὥρα ἐνάτη. ἐχάρησαν δὲ οἱ Ἰουδαῖοι καὶ δεδώκασι τῷ Ἰωσὴφ τὸ σῶμα αὐτοῦ ἵνα αὐτὸ θάψη, ἐπειδὴ θεασάμενος ἦν ὅσα ἀγαθὰ ἐποιησεν. λαβὼν δὲ τὸν Κύριον ἔλουσε καὶ εἵλησε σινδόνι καὶ εἰσήγαγεν εἰς ἴδιον τάφον καλούμενον Κῆπον Ἰωσήφ.
Τότε οἱ Ἰουδαῖοι καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἱερεῖς, ἰδόντες οἷον κακὸν ἑαυτοῖς ἐποιησαν, ἤρξαντο κόπτεσθαι καὶ λέγειν Ουαὶ ταῖς ἁμαρτίαις ἡμῶν ἤγγισεν ἡ κρίσις καὶ τὸ τέλος Ἱερουσαλήμ. ἐγὼ δὲ μετὰ τῶν ἑταίρων μου ἐλυπούμην, καὶ τετρωμένοι κατὰ διάνοιαν ἐκρυβόμεθα. ἐζητούμεθα γὰρ ὑπ αὐτῶν ὡς κακοῦργοι καὶ ὡς τὸν ναὸν θέλοντες ἐμπρῆσαι. ἐπὶ δὲ τούτοις πᾶσιν ἐνηστεύομεν, καὶ ἐκαθεζόμεθα πενθοῦντες καὶ κλαίοντες νυκτὸς καὶ ἡμέρας ἕως τοῦ σαββατου.
 Συναχθέντες  δὲ οἱ γραμματεῖς καὶ φαρισαῖοι καὶ πρεσβύτεροι πρὸς ἀλληλους, ἀκούσαντες ὅτι ὁ λαὸς ἅπας γογγύζει καὶ κόπτεται τὰ στήθη λέγοντες ὅτι Εἰ τῷ θανάτῳ αὐτοῦ ταῦτα τὰ μέγιστα σημεῖα γέγονεν, ἴδετε ὅτι πόσον δίκαιος ἔστιν ἐφοβήθησαν οἱ πρεσβύτεροι, καὶ ἦλθον πρὸς Πειλᾶτον δεόμενοι αὐτοῦ καὶ λέγοντες Παραδὸς ἡμῖν στρατιώτας, ἵνα φυλάξω[μεν] τὸ μνῆμα αὐτοῦ ἐπὶ τρεῖς ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν καὶ ὑπολάβῃ ὁ λαὸς ὅτι ἐκ νεκρῶν ἀνέστη, καὶ ποιήσωσιν ἡμῖν κακά. ὁ δὲ Πειλᾶτος παραδέδωκεν αὐτοῖς Πετρώνιον τὸν κεντυρίωνα μετὰ στρατιωτῶν φυλάσσειν τὸν τάφον. καὶ σὺν αὐτοῖς ἠλθον πρεσβύτεροι καὶ γραμματεῖς ἐπὶ τὸ μνῆμα, καὶ κυλίσαντες λίθον μέγαν κατὰ τοῦ κεντυρίωνος καὶ τῶν στρατιωτῶν ὁμοῦ πάντες οἱ ὄντες ἐκεῖ ἔθηκαν ἐπὶ τῇ θύρᾳ τοῦ μνήματος, καὶ ἐπέχρισαν ἑπτὰ σφραγῖδας, καὶ σκηνὴν ἐκεῖ πήξαντες ἐφύλαξαν. πρωίας δέ, ἐπιφώσκοντος τοῦ σαββάτου, ἦλθεν ὄχλος ἀπὸ Ἱερουσαλὴμ καὶ τῆς περιχώρου ἵνα ἰδῶσι τὸ μνημεῖον ἐσφραγισμένον.

Τῇ δὲ νυκτὶ ᾗ  ἐπέφωσκεν ἡ Κυριακή, φυλασσόντων τῶν στρατιωτῶν ἀνὰ δύο ‒δύο κατὰ φρουράν, μεγαλη, φωνὴ ἐγένετο ἐν τῷ οὐρανῷ καὶ εἶδον ἀνοιχθέντας τοὺς οὐρανοὺς καὶ δύο ἄνδρας κατελθόντας ἐκεῖθε, πολὺ φέγγος ἔχοντας καὶ ἐπιστάντας τῷ τάφῳ. ὁ δὲ λίθος ἐκεῖνος ὁ βεβλημένος ἐπὶ τῇ θύρᾳ ἀφ ἑαυτοῦ κυλισθεὶς ἐπεχώρησε παρὰ μέρος, καὶ ὁ τάφος ἠνοίγη καὶ ἀμφοτεροι οἱ νεανῖσκοι εἰσῆλθον. ἰδόντες οὖν οἱ στρατιῶται ἐκεῖνοι ἐξελθόντας ἀπὸ τοῦ τάφου τρεῖς ἄνδρας, καὶ τοὺς δύο τὸν ἕνα ὑπορθοῦντας, καὶ σταυρὸν ἀκολουθοῦντα αὐτοῖς καὶ τῶν μὲν δύο τὴν κεφαλὴν χωροῦσαν μέχρι τοῦ οὐρανοῦ, τὴν δὲ χεῖρα τοῦ [ὑπορθου]μενου ὑπ αὐτῶν ὑπερβαίνουσαν τοὺς οὐρανούς. καὶ φωνῆς ἤκουον ἐκ τῶν οὐρανῶν λεγούσης Ἐκήρυξας τοῖς κοιμωμένοις καὶ ὑπακοὴ ἠκούετο ἀπὸ τοῦ σταυροῦ τὸ Ναί. 
Συνεσκέπτοντο οὖν ἀλλήλοις ἐκεῖνοι ἀπελθεῖν καὶ ἐμφανίσαι ταῦτα τῷ Πειλάτῳ. καὶ ἔτι διανοουμένων αὐτῶν φαίνονται πάλιν ἀνοιχθέντες οἱ οὐρανοὶ καὶ ἄνθρωπος τις κατελθὼν καὶ εἰσελθὼν εἰς τὸ μνῆμα. ταῦτα ἰδοντες οἱ περὶ τον κεντυρίωνα νυκτὸς ἔσπευσαν πρὸς Πειλᾶτον, αφέντες τὸν τὰφον ὃν ἐφύλασσον, καὶ ἐξηγήσαντο πάντα ἅπερ εῑ̓δον, ἀπανιῶντες μεγάλως καὶ λέγοντες Ἀληθῶς υἰὸς ἦν θεοῦ. ἀποκριθεὶς ὁ Πειλᾶτος ἔφη Ἐγὼ καθαρεύω τοῦ αἵματος τοῦ υἱοῦ τοῦ θεοῦ, ὑμῖν δὲ τοῦτο ἔδοξεν. εἶτα προσελθόντες πάντες ἐδέοντο αὐτοῦ καὶ παρεκἀλουν κελεῦσαι τῷ κεντυρίωνι καὶ τοῖς στρατιώταις μηδὲν εἰπεῑν ἅ εἶδον. συμφέρει γάρ, φασίν, ἡμῖν ὀφλῆσαι μεγίστην ἁμαρτίαν ἔμπροσθεν τοῦ θεοῦ, καὶ μὴ ἐμπεσεῖν εἰς χεῖρας τοῦ λαοῦ τῶν Ἰουδαίων καὶ λιθασθῆναι. ἐκέλευσεν οὖν ὁ Πειλᾶτος τῷ κεντυρίωνι καὶ τοῖς στρατιώταις μηδὲν εἰπεῖν.
Ὄρθρου δὲ τῆς Κυριακῆς Μαριὰμ ἡ Μαγδαληνή, μαθήτρια τοῦ Κυρίου, φοβουμένη διὰ τοὺς Ἰουδαίους, ἐπειδὴ ἐφλεγοντο ὑπὸ τῆς ὀργῆς, οὐκ ἐποίησεν ἐπὶ τῷ μνήματι τοῦ Κυρίου ἃ εἰώθεσαν ποιεῖν αἱ γυναῖκες ἐπὶ τοῖς ἀποθνήσκουσι καὶ τοῖς ἀγαπωμένοις αὐταῖς. λαβοῦσα μεθ ἑαυτῆς τὰς φίλας ἦλθε ἐπὶ τὸ μνημεῖον ὅπου ἦν τεθείς. καὶ ἐφοβοῦντο μὴ ἴδωσιν αὐτὰς οἱ Ἰουδαῖοι, καὶ ἔλεγον Εἰ καὶ μὴ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ᾗ ἐσταυρώθη ἐδυνήθημεν κλαῦσαι καὶ κόψασθαι, καὶ νῦν ἐπὶ τοῦ μνήματος αὐτοῦ ποιήσωμεν ταῦτα. τίς δὲ ἀποκυλίσει ἡμῖν καὶ τὸν λιθον τὸν τεθέντα ἐπὶ τῆς θυρας τοῦ μνημείου, ἵνα εἰσελθοῦσαι παρακαθέσθωμεν αὐτῷ καὶ ποιἠσωμεν τὰ ὀφειλόμενα; μέγας γὰρ ἦν ὁ λίθος, καὶ φοβούμεθα μὴ τίς ἡμᾶς ἰδῇ. καὶ εἰ μὴ δυνάμεθα, κἂν ἐπι τῆς θυρας βάλωμεν ἃ φέρομεν εἰς μνημοσύνην αὐτοῦ, κλαύσομεν καὶ κοψόμεθα ἕως ἔλθωμεν εἰς τὸν οἶκον ἡμῶν.
 Καὶ ἀπελθοῦσαι εὗρον τὸν τάφον ἠνεωγμένον καὶ προσελθοῦσαι παρέκυψαν ἐκεῖ, καὶ ὁρῶσιν ἐκεῖ τινα νεανῖσκον καθεζόμενον μἐσῳ τοῦ τάφου, ὡραῖον καὶ περιβεβλημένον στολὴν λαμπροτάτην ὅστις ἔφη αὐταῖς Τί ἤλθατε; τίνα ζητεῖτε; μὴ τὸν σταυρωθέντα ἐκεῖνον; ἀνέστη καὶ ἀπῆλθεν εἰ δὲ μὴ πιστεύετε, παρακύψατε καὶ ἴδατε τὸν τόπον ἔνθα ἔκειτο, ὅτι οὐκ ἔστιν; ἀνέστη γὰρ καὶ ἀπῆλθεν ἐκεῖ ὅθεν ἀπεσταλη. τότε αἱ γυναῖκες φοβηθεῖσαι ἔφυγον ἦν δὲ τελευταία ἡμέρα τῶν ἀζύμων, καὶ πολλοί τινες ἐξήρχοντο, ὑποστρέφοντες εἰς τοὺς οἴκους αὐτῶν τῆς ἑορτῆς παυσαμενης.
 Ἡμεῖς δὲ οἱ δωδεκα μαθηταὶ τοῦ Κυρίου ἐκλαίομεν καὶ ἐλυπούμεθα, καὶ ἕκαστος λυπούμενος διὰ τὸ συμβὰν ἀπηλλάγη εἰς τὸν οἶκον αὐτοῦ. 
ἐγὼ δὲ Σίμων Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς μου λαβόντες ἡμῶν τὰ λινὰ ἀπηλθαμεν εἰς τὴν θάλασσαν καὶ ἦν σὺν ἡμῖν Λευεὶς τοῦ Ἀλφαίου, ὃν Κύριος . . .>




Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

Χαῖρε Κωνσταντῖνε, τελευταῖε Βασιλέα τῶν Ἑλλήνων!

1974: Η ΙΣΤΟΡΙΚΗ ΑΛΗΘΕΙΑ ΓΙΑ ΤΗΝ ΠΡΟΔΟΣΙΑ ΤΗΣ ΚΥΠΡΟΥ & ΤΗΝ ΜΕΤΑΠΟΛΙΤΕΥΣΗ.

Δὲν ἦταν μόνον ὁ Ἀλάριχος : Η ΜΕΓΑΛΥΤΕΡΗ ΚΑΤΑΣΤΡΟΦΗ ΕΛΛΗΝΙΚΩΝ ΑΡΧΑΙΟΤΗΤΩΝ ΕΓΙΝΕ ΚΑΤΑ ΤΟΥΣ ΠΡΩΤΟΒΥΖΑΝΤΙΝΟΥΣ ΑΙΩΝΕΣ.