Η "ΜΙΘΡΑΪΚΗ ΛΕΙΤΟΥΡΓΙΑ" ΤΩΝ ΕΛΛΗΝΟΑΙΓΥΠΤΙΑΚΩΝ ΜΑΓΙΚΩΝ ΠΑΠΥΡΩΝ.




Τὸ παρακάτω κείμενο ποὺ ὀνομάστηκε —λανθασμἐνα— "Μιθραϊκὴ Λειτουργία" ἀνἠκει στὸ Παρισινὸ Πάπυρο τῆς συλλογῆς τῶν ΕΛΛΗΝΟΑΙΓΥΠΤΙΑΚΩΝ ΜΑΓΙΚΩΝ ΠΑΠΥΡΩΝ τῆς ἑλληνορρωμαϊκῆς καὶ ὕστερης ἀρχαιὀτητας καὶ ἀναφέρεται σέ μιὰ Τελετὴ Ἀποθανατισμοῦ (ἀποθέωσης) ποὺ μοιάζει (σὲ σὺγχρονη ὀρολογία) μὲ διαδικασία ὕπνωσης ἢ διαλογισμοῦ.
Τὸ ἐν λόγῳ μαγικὸ κείμενο ποὺ περιγράφει τὴν ΑΝΟΔΟ ΤΗΣ ΨΥΧΗΣ ΤΟΥ ΜΥΣΤΗ ΠΡΟΣ ΤΟΝ ΗΛΙΟ/ΜΙΘΡΑ, ἐκ τοῦ "Papyri Gracae Magicae, PGM IV, 475 – 750", ἔχει ὡς ἑξῆς·



ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ

< Ἵλαθί μοι, Πρόνοια καὶ Ψυχή, τάδε γράφοντι τὰ ἅπρατα, παραδοτὰ μυστήρια, μόνῳ δὲ τέκνῳ άθανασίαν άζιῶ, μύσται τῆς ἡμτέρας δυνάμεως ταύτης (χπὴ οὖν σε, ὧ θύγατερ, λαμβάνειν χυλοὺς βοτανῶν καὶ εἰδῶν τῶν μελλόντων σοι μηνυθήσεσθαι ἐν τῷ τέλει τοῦ ἱεροῦ μου συντάγματος), ἣν ὁ μεγας θεὸς Ἥλιος Μίθρας ἐκελευςέν μοι μεταδοθῆναι ὑπὸ τοῦ ἀρχαγγέλου αύτοῦ, ὅπως ἐγὼ μόνος αἰτη τὴς οὐρανὸν βαίνω καὶ κατοπτεύω πάντα.
ἔστιν δὲ τοῦ λόγου ἣδε ἡ κλῆσις·
Γένεσις πρώτη τῆς ἐμῆς γενέσεως· ΑΕΗΙΟΥΩ
ἀρχὲ τῆς ἐμῆς αρχῆς πρώτη ΠΠΠ ΣΣΣ ΦΡ[…]
πνεῦμα πνεύματος, τοῦ ἐν ἐμοὶ πνεύματος πρῶτον ΜΜΜ
πῦρ, τὸ εἰς ἐμὴν κρᾶσιν τῶν ἐν ἐμοὶ κράσεων θεοδώρητον, τοῦ ἐν ἐμοὶ πυρὸς πρῶτον ΗΥ ΗΙΑ ΕΗ
ὕδωρ ὕδατος, τοῦ ἐν ἐμοὶ ὕδατος πρῶτον ΩΩΩ ΑΑΑ ΕΕΕ
οὐσια γεώδης τῆς ἐν ἐμοὶ οὐσιας γεώδους πρώτη ΥΗ ΥΩΗ
σῶμα τέλειον ἐμοῦ (τοῦ δεῖνα τῆς δεῖνα), διαπεπλασμένον ὑπὸ βραχίονος ἐντίμου καὶ δεξιᾶς χειρὸς ἀφθάρτου ἐν ἀφωτίστῳ καὶ διαυγεῖ κόσμῳ, ἔν τε ἀψύχῳ καὶ ἐψυχωμένῳ ΥΗΙ ΑΥΙ ΕΥΩΙΕ
ἐὰν δὲ ὑμῖν δόξῃ ΜΕΤΕΡΤΑ ΦΩΘ˙ (ΜΕΘΑΡΘΑ ΦΗΡΙΗ ἑν αλλῳ)ΙΕΡΕΖΑΘ
μεταπαραδῶναί με τῄ ἀθανάτῳ γενέσει, ἐχομένως τῇ ὑποκειμένῃ μου φύσει· ἵνα μετὰ τὴν ένεστώσαν καὶ σφόδρα κατεπεί γουσάν με χρείαν ἐποπτεύσω τήν ἀθάνατον ἀρχὴν τῷ ἀθανάτῳ πνεύματι ΑΝΧΡΕΦΡΕΝΕΣΟΥΦΙΡΙΓΧ
τῷ ἀθανάτῳ ὕδατι ΕΡΟΝΟΥΙ ΠΑΡΑΚΟΥΝΗΘ
τῷ στερεωτάτῳ ἀέρι ΕΙΟΑΗ ΨΕΝΑΒΩΘ
ἵνα νοήματι μεταγεννηθῶ ΚΡΑΟΧΡΑΞ Ρ ΟΙΜ ΕΝΑΡΧΟΜΑΙ
καὶ πνεύσῃ ἐν ἐμοὶ τὸ ἱερὸν πνεῦμα ΝΕΧΘΕΝ ΑΠΟΤΟΥ ΝΕΧΘΙΝ ΑΡΠΙ ΗΘ
ἵνα θαυμάσω τὸ ἱερὸν πῦρ ΚΥΦΕ
ἵνα θεάσωμαι τὸ ἄβυσσoν τῆς ἀνατολής φρικτὸν ὕδωρ ΝΥΩ ΘΕΣΩ ΕΧΩ ΟΥΧΙΕΧΩΑ
καὶ ἀκούσῃ μου ό ζωογόνoσ καὶ περικεχυμένος αἰθήρ ΑΡΝΟΜΗΘΦ
ἐπεὶ μέλλω κατοπτεύειν σήμερον τοῖς ἀθανάτοις ὄμμασι
θνητός γεννηθείς ἐκ θνητῆς ὑστέρας, βεβελτιωμένος ὑπὸ κράτους μεγαλοδυνάμου καὶ δεξιᾶς χειρὸς ἀφθάρτου
ἀθανάτῳ πνεύματι τὸν ἀθάνατον Αἰῶνα καὶ δεσπότην τῶν πυρίνων διαδημάτων
ἁγίοις ἁγιασθεὶς ἀγιάσμασι
ἀγίας ὑφεστώσης μου πρὸς ὀλίγον τῆς ἀνθρωπίνης μου ψυχικῆς δυνάμεως
ἣν ἐγὼ πάλιν  μεταπαραλήμψομαι μετὰ τὴν ἐνεστῶσαν καὶ κατεπείγουσάν με πικρὰν ἀνάγκην, ἀχρεοκόπητον
ἐγὼ ὁ δεῖνα, ὃν ἡ δεϊνα, κατὰ δόγμα θεοῦ ἀμετάθετον ΕΥΗ ΥΙΑ ΕΗΙ ΑΩ ΕΙΑΥ ΙΥΑ ΙΕΩ
ἐπεὶ οὐκ ἐστιν μοι ἐφικτόν θνητὸν γεγῶτα συνανιέναι ταις χρυσοειδέσιν μαρμαρυγαῖς τῆς ἀθανάτου λαμπηδόνος ΩΗΥ ΑΕΩ ΗΥΑ ΕΩΗ ΥΑΕ ΩΙΑΕ
ἔσταθι, φθαρτὴ βροτῶν φύσι, καὶ αὐτίκα ἀνάλαβέ με ὑγιῆ μετὰ τὴν ἀπαραίτητον καὶ κατεπείγουσαν χμείαν
ἐγὼ γὰρ εἰμι ὁ υἱὸς ΨΥΧΩ[Ν] ΔΕΜΟΥ ΠΡΟΧΩ ΠΡΩΑ
ἐγώ εὶμι ΜΑΧΑΡΦ[.]Ν ΜΟΥ ΠΡΩΨΥΧΩΝ ΠΡΩΕ
ἕλκε ἀπὸ τῶν ἀκτίνων πνεῦμα γ’ ἀνασπῶν, ὅ δύνασαι, καὶ ὄψῃ σεαυτὸν ἀνακουφιζόμενον καὶ  ὑπερβαίνοντα εἰς ὕψος, ὥστε σε δοκεῖ[ν μέσoν τού ἀέρος εἶναι. οὐδενὸς δὲ ἀκούσει οὔτε ἀνθρώπου οὔτε Ζῴου ἄλλου, οὐδὲ ὄψῃ οὐδὲν τῶν ἐπὶ γῆς θνητῶν ἐν ἐκείνῃ τῇ ὥρᾳ, πάντα δὲ ὄψῃ ἀθάνατα· ὄψῃ γὰρ  ἐκείνης τῆς ἡμέρας καὶ τῆς ὥμας θείαν θέσιν, τούς πολεύοντας ἀναβαίνοντας εἰς οὐρανὸν θεούς  ἄλλους δὲ καταβαίνοντας. ἡ δέ πορεία τῶν ὁρωμένων θεῶν διὰ τοῦ δίσκου, πατρός μου, θεοῦ,  φανήσεται, ὁμοίως δὲ καὶ ὁ καλούμενος αὐλός, ἡ ἀρχὴ τοῦ λειτουργοῦντος ἀνέμου· ὄψῃ γὰρ ἀπὸ τοῦ  δίσκου ὡς αὐλὸν κρεμάμενον. εἰς δὲ τὰ μέρη τὰ πρὸς λίβα ἀπέραντον οἷον ἀπηλιώτην, ἐὰν ᾖ κεκληρωμένος εἰς τὰ μέρη τοῦ ἀπηλιώτου, καὶ ὁ ἕτερος ὁμοίως εἰς τὰ μέρη τὰ ἐκείνου, ὄψῃ τὴν ἀποφορὰν τοῦ ὁράματος· ὄψῃ δὲ ἀτενίζοντάς σοι τοὺς θεοὺς καὶ ἐπί σε ὁρμωμένους. σὺ δὲ εὐθέως  ἐπίθες δεξιὸν δάκτυλον ἐπὶ τὸ στόμα καὶ λέγε·
σιγή, σιγή, σιγή, σύμβολον θεοῦ ζῶντος ἀφθάρτου· φύλαξόν με, σιγή ΝΕΧΘΕΙΡ ΘΑΝΜΕΛΟΥ
ἔπειτα σύρισον μακρὸν συριγμόν, ἔπειτα πόππυσον λέγων·
ΠΡΟΠΡΟΦΕΓΓΗ ΜΟΡΙΟΣ ΠΡΟΦΥΡ ΠΡΟΦΕΓΓΗ ΝΕΜΕΘΙΡΕ ΑΡΨΕΝΤΕΝ ΠΙΤΗΤΜΙ ΜΕΩΥ ΕΝΑΡΘ ΦΥΡΚΕΧΩ ΨΥΡΙΔΑΡΙΩ ΤΥΡΗ ΦΙΛΒΑ
καὶ τότε ὄψῃ τοὺς θεούς σοι εὐμενῶς ἐμβλέποντας καὶ μηκέτι ἐπί σε ὁρμωμένους, ἀλλὰ πορευομένους ἐπὶ τὴν ἰδίαν τάξιν τῶν πραγμάτων. ὅταν οὖν ἴδῃς τὸν ἄνω κόσμον καθαρὸν καὶ δονούμενον καὶ μηδένα τῶν θεῶν ἢ ἀγγέλων ὁρμώμενον, προσδόκα βροντῆς μεγάλης ἀκούσεσθαι κτύπον, ὥστε σε ἐκπλαγῆναι. σὺ δὲ πάλιν λέγε·
σιγή, σιγή (λόγος), ἐγώ εἰμι σύμπλανος ὑμῖν ἀστήρ, καὶ ἐκ τοῦ βάθους ἀναλάμπων ΟΞΥ Ο ΞΕΡΘΕΥΘ
ταῦτά σου εἰπόντος εὐθέως ὁ δίσκος ἁπλωθήσεται. μετὰ δὲ τὸ εἰπεῖν σε τὸν βʹ λόγον, ὅπου «σιγή, σιγή»
καὶ τὰ ἀκόλουθα, σύρισον βʹ καὶ πόππυσον βʹ, καὶ εὐθέως ὄψῃ ἀπὸ τοῦ δίσκου ἀστέρας προσερχομένους πενταδακτυλιαίους πλείστους καὶ πιπλῶντας ὅλον τὸν ἀέρα. σὺ δὲ πάλιν λέγε· «σιγή, σιγή.» καὶ τοῦ δίσκου ἀνυγέντος ὄψῃ ἄπυρον κύκλωμα καὶ θύρας πυρίνας ἀποκεκλεισμένας. σὺ δὲ εὐθέως δίωκε τὸν ὑποκείμενον λόγον καμμύων σου τοὺς ὀφθαλμούς. λόγος γʹ·
ἐπάκουσόν μου, ἄκουσόν μου τοῦ δεῖνα τῆς δεῖνα
κύριε, ὁ συνδήσας πνεύματι τὰ πύρινα κλῆθρα τοῦ τετραλιζώματος
πυρίπολε, ΠΕΝΤΙΤΕΡΟΥΝΙ
φωτὸς κτίστα (οἱ δὲ· συνκλεῖστα) ΣΕΜΕΣΙΛΑΜ
πυρίπνοε ΨΥΡΙΝΦΕΥ
πυρίθυμε ΙΑΩ
πνευματόφως ΩΑΙ
πυριχαρῆ ΕΛΟΥΡΕ
καλλίφως ΑΖΑΙ
Αἰών ΑΧΒΑ
φωτοκράτωρ ΠΕΠΠΕΡ ΠΡΕΠΕΜΠΙΠΙ
πυρισώματε ΦΝΟΥΗΝΙΟΧ
φωτοδῶτα, πυρισπόρε ΑΡΕΙ ΕΙΚΙΤΑ
πυρικλόνε ΓΑΛΛΑΒΑΛΒΑ
φωτοβίαιε ΑΙΩ
πυριδῖνα ΠΥΡΙΧΙΒΟΟΣΗΙΑ
φωτοκινῆτα ΣΑΝΧΕΡΩΒ
κεραυνοκλόνε ΙΗ ΩΗ ΙΩΗΙΩ 
φωτὸς κλέος ΒΕΕΓΕΝΗΤΕ  
αὐξησίφως ΣΟΥΣΙΝΕΦΙΕΝ
πυρισχησίφως ΣΟΥΣΙΝΕΦΙ ΑΡΕΝΒΑΡΑΖΕΙ ΜΑΡΜΑΡΕΝΤΕΥ
ἀστροδάμα· ἄνοιξόν μοι, ΠΡΟΠΡΟΦΕΓΓΗ ΕΜΕΘΕΙΡΕ ΜΟΡΙΟΜΟΤΥΡΗΦΙΛΒΑ
ὅτι ἐπικαλοῦμαι ἕνεκα τῆς κατεπειγούσης καὶ πικρᾶς καὶ ἀπαραιτήτου ἀνάγκης τὰ μηδέπω χωρήσαντα εἰς θνητὴν φύσιν μηδὲ φρασθέντα ἐν διαρθρώσει ὑπὸ ἀνθρωπίνης γλώσσης ἢ θνητοῦ φθόγγου ἢ θνητῆς φωνῆς ἀθάνατα ζῶντα καὶ ἔντιμα ὀνόματα·
ΗΕΩ ΟΗΕΩ ΙΩΩ ΟΗ ΗΕΩ ΗΕΩ ΟΗ ΕΩ ΙΩΩ ΟΗΗΕ  ΩΗΕ ΩΟΗ ΙΗ ΗΩ ΟΩ ΟΗ ΙΕΩ ΟΗ ΩΟΗ ΙΕΩ ΟΗ ΙΕΕΩ ΕΗ ΙΩ ΟΗ ΙΟΗ ΩΗΩ ΕΟΗ ΟΕΩ ΩΙΗ ΩΙΗ ΕΩ ΟΙ ΙΙΙ ΗΟΗ ΩΥΗ ΗΩΟΗΕ ΕΩ ΗΙΑ ΑΗΑ ΕΗΑ ΗΕΕΗ ΕΕΗ ΕΕΗ ΙΕΩ ΗΕΩ ΟΗΕΕΟΗ ΗΕΩ ΗΥΩ ΟΗ ΕΙΩ ΗΩ ΩΗ ΩΗ ΕΕ ΟΟΟ ΥΙΩΗ
ταῦτα πάντα λέγε μετὰ πυρὸς καὶ πνεύματος τὸ πρῶτον ἀποτελῶν, εἶτα ὁμοίως τὸ δεύτερον ἀρχόμενος, ἕως ἐκτελέσῃς τοὺς ζʹ ἀθανάτους θεοὺς τοῦ κόσμου. ταῦτά σου εἰ πόντος ἀκούσει βροντῆς καὶ κλόνου τοῦ περιέχοντος. ὁμοίως δὲ σεαυτὸν αἰσθηθήσει ταρασσόμενον. σὺ δὲ πάλιν λέγε· σιγή (λόγος), εἶτα ἄνοιξον τοὺς ὀφθαλμοὺς καὶ ὄψῃ ἀνεῳγυΐας τὰς θύρας καὶ τὸν κόσμον τῶν θεῶν, ὅς ἐστιν ἐντὸς τῶν θυρῶν, ὥστε ἀπὸ τῆς τοῦ θεάματος ἡδονῆς καὶ τῆς χαρᾶς τὸ πνεῦμά σου συντρέχειν καὶ ἀναβαίνειν. στὰς οὖν εὐθέως ἕλκε ἀπὸ τοῦ θείου ἀτενίζων εἰς σεαυτὸν τὸ πνεῦμα. ὅταν
οὖν ἀποκατασταθῇ σου ἡ ψυχή, λέγε·
πρόσελθε, κύριε, ΑΡΧΑΝΔΑΡΑ ΦΩΤΑΖΑ ΠΥΡΙΦΟΤΑ ΖΑΜΥΘΙΞ ΕΤΙΜΕΝΜΕΡΟ ΦΟΡΑΘΗΝ ΕΡΙΗ ΠΡΟΘΡΙ ΦΟΡΑΘΙ
τοῦτο εἰπόντος στραφήσονται ἐπί σε αἱ ἀκτῖνες· ἔσιδε αὐτῶν μέσον. ὅταν οὖν τοῦτο ποιήσῃς, ὄψῃ θεὸν νεώτερον, εὐειδῆ, πυρινότριχα, ἐν χιτῶνι λευκῷ καὶ χλαμύδι κοκκίνῃ ἔχοντα πύρινον στέφανον. εὐθέως ἄσπασαι αὐτὸν τῷ πυρίνῳ ἀσπαστικῷ·
κύριε, χαῖρε, μεγαλοδύναμε, μεγαλοκράτωρ, βασιλεῦ, μέγιστε θεῶν, Ἥλιε, ὁ κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς, θεὲ θεῶν, ἰσχύει σου ἡ πνοιή, ἰσχύει σου ἡ δύναμις, κύριε· ἐάν σοι δόξῃ, ἄγγειλόν με τῷ μεγίστῳ θεῷ, τῷ σε γεννήσαντι καὶ ποιήσαντι, ὅτι ἄνθρωπος, ἐγὼ ὁ δεῖνα τῆς δεῖνα, γενόμενος ἐκ θνητῆς ὑστέρας τῆς δεῖνα καὶ ἰχῶρος σπερματικοῦ καὶ, σήμερον τούτου ὑπό σου μεταγεννηθέντος, ἐκ τοσούτων μυριάδων ἀπαθανατισθεὶς ἐν ταύτῃ τῇ ὥρᾳ κατὰ δόκησιν θεοῦ, ὑπερβαλλόντως ἀγαθοῦ, προσκυνῆσαί σε ἀξιοῖ καὶ δέεται κατὰ δύναμιν ἀνθρωπίνην (ἵνα συνπαραλάβῃς τὸν τῆς σήμερον ἡμέρας καὶ ὥρας ὡρονόμον, ᾦ ὄνομα θραψιαρι· μοριροκ, ἵνα φανεὶς χρηματίσῃ ἐν ταῖς ἀγαθαῖς ὥραις·) ΕΩΡΩ ΡΩΡΕ ΩΡΡΙ ΩΡΙΩΡ ΡΩΡ ΡΩΙ ΩΡ ΡΕΩΡΩΡΙ ΕΩΡ ΕΩΡ ΕΩΡ ΕΩΡΕ
ταῦτά σου εἰπόντος ἐλεύσεται εἰς τὸν πόλον, καὶ ὄψῃ αὐτὸν περιπατοῦντα ὡς ἐν ὁδῷ. σὺ δὲ ἀτενίζων καὶ μύκωμα μακρὸν κερατοειδῶς, ὅλον ἀποδιδοὺς τὸ πνεῦμα, βασανίζων τὴν λαγόνα, μυκῶ καὶ καταφίλει τὰ φυλακτήρια καὶ λέγε, πρῶτον εἰς τὸ δεξιόν·
φύλαξόν με ΠΡΟΣΥΜΗΡΙ
ταῦτα εἰπὼν ὄψῃ θύρας ἀνοιγομένας καὶ ἐρχομένας ἐκ τοῦ βάθους ζʹ παρθένους ἐν βυσσίνοις, ἀσπίδων πρόσωπα ἐχούσας. αὗται καλοῦνται οὐρανοῦ Τύχαι, κρατοῦσαι χρύσεα βραβεῖα. ταῦτα ἰδὼν 
ἀσπάζου οὕτως·
χαίρετε, αἱ ζʹ Τύχαι τοῦ οὐρανοῦ, σεμναὶ καὶ ἀγαθαὶ παρθένοι, ἱεραὶ καὶ ὁμοδίαιτοι τοῦ μινιμιρροφορ, αἱ ἁγιώταται φυλάκισσαι τῶν τεσσάρων στυλίσκων.
χαῖρε, ἡ πρώτη, ΧΡΕΨΕΝΘΑΗΣ
χαῖρε, ἡ βʹ, ΜΕΝΕΣΧΕΗΣ
χαῖρε, ἡ γʹ, ΜΕΧΡΑΝ
χαῖρε ἡ δʹ, ΑΡΑΡΜΑΧΗΣ  
χαῖρε, ἡ εʹ, ΕΧΟΜΜΙΗ
χαῖρε, ἡ ϛʹ, ΤΙΧΝΟΝΔΑΗΣ 
χαῖρε, ἡ ζʹ, ΕΡΟΥ ΡΟΜΒΡΙΗΣ
προέρχονται δὲ καὶ ἕτεροι ζʹ θεοὶ ταύρων μελάνων πρόσωπα ἔχοντες ἐν περιζώμασιν λινοῖς κατέχοντες ζʹ διαδήματα χρύσεα. οὗτοί εἰσιν οἱ καλούμενοι πολοκράτορες τοῦ οὐρανοῦ, οὓς δεῖ σε ἀσπάσασθαι ὁμοίως ἕκαστον τῷ ἰδίῳ αὐτῶν ὀνόματι·
χαίρετε, οἱ κνωδακοφύλακες, οἱ ἱεροὶ καὶ ἄλκιμοι νεανίαι, οἱ στρέφοντες ὑπὸ ἓν κέλευσμα τὸν περιδίνητον τοῦ κύκλου ἄξονα τοῦ οὐρανοῦ καὶ βροντὰς καὶ ἀστραπὰς καὶ σεισμῶν καὶ κεραυνῶν βολὰς ἀφιέντες εἰς δυσσεβῶν φῦλα, ἐμοὶ δὲ εὐσεβεῖ καὶ θεοσεβεῖ ὄντι ὑγείαν καὶ σώματος ὁλοκλη ρίαν, ἀκοῆς τε καὶ ὁράσεως εὐτονίαν, ἀταραξίαν ἐν ταῖς ἐνεστώσαις τῆς σήμερον ἡμέρας ἀγαθαῖς ὥραις, οἱ κύριοί μου καὶ μεγαλοκράτορες θεοί·
χαῖρε, ὁ πρῶτος, ΑΙΕΡΩΝΘΙ
χαῖρε, ὁ βʹ, ΜΕΡΧΕΙΜΕΡΟΣ
χαῖρε, ὁ γʹ, ΑΧΡΙΧΙΟΥΡ
χαῖρε, ὁ δʹ, ΜΕΣΑΡΓΙΛΤΩ
χαῖρε, ὁ εʹ, ΧΙΧΡΩΑΛΙΘΩ
χαῖρε, ὁ ϛʹ, ΕΡΜΙΧΘΑΘΩΨ
χαῖρε, ὁ ζʹ, ΕΟΡΑΣΙΧΗ
ὅταν δὲ ἐνστῶσιν ἔνθα καὶἔνθα τῇ τάξει, ἀτένιζε τῷἀέρι καὶὄψῃ κατερχομένας ἀστραπὰς καὶ φῶτα μαρμαίροντα καὶ σειομένην τὴν γῆν καὶ κατερχόμενον θεὸν ὑπερμεγέθη, φωτινὴν ἔχοντα τὴν ὄψιν, νεώτερον, χρυσοκόμαν, ἐν χιτῶνι λευκῷ καὶ χρυσῷ στεφάνῳ καὶ ἀναξυρίσι, κατέχοντα τῇ δεξιᾷ χειρὶ μόσχου ὦμον χρύσεον, ὅς ἐστιν Ἄρκτος ἡ κινοῦσα καὶἀντιστρέφουσα τὸν οὐρανόν, κατὰὥραν ἀναπολεύουσα καὶ καταπολεύουσα. ἔπειτα ὄψῃ αὐτοῦἐκ τῶν ὀμμάτων ἀστραπὰς καὶἐκ τοῦ σώματος ἀστέρας ἁλλομένους. σὺ δὲ εὐθέως μύκωμα μακρόν, βασανίζων τὴν γαστέρα, ἵνα συνκινήσῃς τὰς πέντε αἰσθήσεις, μακρὸν εἰς ἀπόθεσιν, μυκῶ καταφιλῶν πάλιν τὰ φυλακτήρια καὶ λέγων·
ΜΟΚΡΙΜΟ ΦΕΡΙΜΟΦΕΡΕΡΙ ζωή μου, τοῦ δεῖνα, μένε σύ, νέμε ἐν τῇ ψυχῇ μου, μή με καταλείψῃς, ὅτι κελεύει σοι ΕΝΘΟ ΦΕΝΕΝ ΘΡΟΠΙΩΘ 
καὶ ἀτένιζε τῷ θεῷ μακρὸν μυκώμενος καὶ ἀσπάζου οὕτως·
κύριε, χαῖρε, δέσποτα ὕδατος,
χαῖρε, κατάρχα γῆς,
χαῖρε, δυνάστα πνεύματος,
λαμπροφεγγῆ, ΠΡΟΠΡΟΦΕΓΓΗ ΕΜΕΘΙΡΙ ΑΡΤΕΝΤΕΠΙ ΘΗΘ ΜΙΜΕΩ ΥΕΝΑΡΩ ΦΥΡΧΕΧΩ ΨΗΡΙ ΔΑΡΙΩ  ΦΡΗ ΦΡΗΛΒΑ
χρημάτισον, κριε, περὶ τοῦ δεῖνα πράγματος
κύριε, παλινγενόμενος ἀπογίγνομαι, αὐξόμενος καὶ αὐξηθεὶς τελευτῶ, ἀπὸ γενέσεως ζωογόνου γενόμενος, εἰς ἀπογενεσίαν ἀναλυθεὶς πορεύομαι, ὡς σὺ ἔκτισας, ὡς σὺ ἐνομοθέτησας καὶ ἐποίησας μυστήριον
ἐγώ εἰμι ΦΕΡΟΥΑ ΜΙΟΥΡΙ
ταῦτά σου εἰπόντος εὐθέως χρησμῳδήσει. ὑπέκλυτος δὲ ἔσει τῇ ψυχῇ καὶ οὐκ ἐν σεαυτῷ ἔσει, ὅταν σοι ἀποκρίνηται. λέγει δέ σοι διὰ στίχων τὸν χρησμὸν καὶ εἰπὼν ἀπελεύσεται, σὺ δὲ στήκεις ἐνεός, ὡς ταῦτα πάντα χωρήσεις αὐτομάτως, καὶ τότε μνημονεύσεις ἀπαραβάτως τὰ ὑπὸ τοῦ μεγάλου θεοῦ ῥηθέντα, κἂν ἦν μυρίων στίχων ὁ χρησμός. ἐὰν δὲ θέλῃς καὶ συνμύστῃ χρήσασθαι ὥστε τὰ λεγόμενα ἐκεῖνον μόνον σύν σοι ἀκούειν, συναγνευέτω σοι ζʹ ἡμέρας καὶ ἀποσχέσθω ἐμψύχων καὶ βαλανείου. ἐὰν δὲ καὶ μόνος ᾖς καὶ ἐγχειρῇς τὰ ὑπὸ τοῦ θεοῦ εἰρημένα, λέγεις ὡς ἐν ἐκστάσει ἀποφοιβώμενος. ἐὰν δὲ καὶ δεῖξαι αὐτῷ θέλῃς, κρίνας, εἰ ἄξιός ἐστιν ἀσφαλῶς ὡς ἄνθρωπος, χρησάμενος τῷ τρόπῳ, ὡς ὑπὲρ αὐτοῦ κρινόμενος ἐν τῷ ἀπαθανατισμῷ, τὸν πρῶτον ὑπόβαλε αὐτῷ λόγον, οὗ ἡ ἀρχή· γένεσις πρώτη τῆς ἐμῆς γενέσεως αεηιουω. τὰ δὲ ἑξῆς ὡς μύστης λέγε αὐτοῦ ἐπὶ τῆς κεφαλῆς ἀτόνῳ φθόγγῳ, ἵνα μὴ ἀκούσῃ, χρίων αὐτοῦ τὴν ὄψιν τῷ μυστηρίῳ. γίγνεται δὲ ὁ ἀπαθανατισμὸς οὗτος τρὶς τοῦ ἐνιαυτοῦ. ἐὰν δὲ βουληθῇ τις, ὦ τέκνον, μετὰ τὸ παράγγελμα παρακοῦσαι, τῷ οὐκέτι ὑπάρξει.>



ΜΕΤΑΦΡΑΣΗ

<Ἔχετέ μου καλὴ διάθεση, ὦ Πρόνοια καὶ Ψυχή, ἐνώπιον ἐμοῦ ποὺ γράφω αὐτὰ τὰ ἄρρητα, τὰ παραδομένα μυστήρια· καὶ μόνον στὸ παιδὶ ἀξιώνω νὰ δώσω ἀθανασία. Μύστες τῆς δύναμής μας αὐτῆς (γι᾿ αὐτὸ λοιπὸν χρειάζεται ἐσύ, ὦ κόρη, νὰ παίρνεις χυμοὺς ἀπὸ βοτάνια καὶ ἀπὸ ὅσα πρόκειται νὰ σοῦ φανερωθοῦν στὸ τέλος τοῦ ἱεροῦ μου συγγράμματος), τὴν ὁποία ὁ μεγάλος θεὸς Ἥλιος Μίθρας μοῦ ἔδωσε ἐντολὴ νὰ μοῦ μεταδοθεῖ ἀπὸ τὸν ἀρχάγγελόν του, ὥστε ἐγὼ μόνος, ὕστερα ἀπὸ αἴτηση, νὰ ἀνεβαίνω στὸν οὐρανὸ καὶ νὰ βλέπω τὰ πάντα.
Καὶ αὐτὴ εἶναι ἡ κλῆση τοῦ λόγου:
Πρώτη γένεση τῆς δικής μου γένεσης· ΑΕΗΙΟΥΩ.
Ἀρχὴ τῆς δικής μου ἀρχῆς, πρώτη: ΠΠΠ ΣΣΣ ΦΡ[…]
Πνεῦμα τοῦ πνεύματος, πρώτο ἀπὸ τὸ πνεῦμα ποὺ βρίσκεται μέσα μου: ΜΜΜ.
Φωτιά, αὐτὴ ποὺ ὁ Θεὸς δώρισε στὴ σύσταση τῶν συστάσεων ποὺ βρίσκονται μέσα μου, πρώτη ἀπὸ τὴ φωτιὰ ποὺ βρίσκεται μέσα μου: ΗΥ ΗΙΑ ΕΗ.
Νερὸ τοῦ νεροῦ, πρώτο ἀπὸ τὸ νερὸ ποὺ βρίσκεται μέσα μου: ΩΩΩ ΑΑΑ ΕΕΕ.
Γήινη οὐσία τῆς γήινης οὐσίας ποὺ βρίσκεται μέσα μου, πρώτη: ΥΗ ΥΩΗ.
Τέλειο σῶμα δικό μου (τοῦ δεῖνα, τῆς δεῖνα), πλασμένο ἀπὸ ἔντιμο βραχίονα καὶ ἀφθαρτὸ δεξὶ χέρι, μέσα σὲ ἀφώτιστο καὶ διαυγῆ κόσμο, τόσο στὸν ἄψυχο ὅσο καὶ στὸν ἔμψυχο: ΥΗΙ ΑΥΙ ΕΥΩΙΕ.
Καὶ ἐὰν ἐσεῖς κρίνετε ὅτι πρέπει, ΜΕΤΕΡΤΑ ΦΩΘ· (ΜΕΘΑΡΘΑ ΦΗΡΙΗ σὲ ἄλλη [παράδοση]) ΙΕΡΕΖΑΘ,
νὰ μὲ παραδώσεις ξανὰ στὴν ἀθάνατη γένεση, σύμφωνα μὲ τὴν ὑποκείμενη φύση μου· ὥστε, ἀφοῦ ἐποπτεύσω τὴν ἀθάνατη ἀρχὴ μὲ τὸ ἀθάνατο πνεῦμα, μετὰ τὴ σημερινὴ καὶ πολὺ ἐπείγουσα ἀνάγκη μου:
ΑΝΧΡΕΦΡΕΝΕΣΟΥΦΙΡΙΓΧ, μὲ τὸ ἀθάνατο πνεῦμα,
ΕΡΟΝΟΥΙ ΠΑΡΑΚΟΥΝΗΘ, μὲ τὸ ἀθάνατο νερό,
ΕΙΟΑΗ ΨΕΝΑΒΩΘ, μὲ τὸ στερεότατο αἰθέρα,
ΚΡΑΟΧΡΑΞ Ρ ΟΙΜ ΕΝΑΡΧΟΜΑΙ, ὥστε νὰ ξαναγεννηθῶ μὲ τὸν νοῦ,
καὶ ΝΕΧΘΕΝ ΑΠΟΤΟΥ ΝΕΧΘΙΝ ΑΡΠΙ ΗΘ νὰ ἐμφυσήσει μέσα μου τὸ ἱερὸ πνεῦμα,
ὥστε νὰ θαυμάσω τὸ ἱερὸ πῦρ: ΚΥΦΕ,
ὥστε νὰ δῶ τὴν ἄβυσσο τῆς ἀνατολῆς, τὸ φοβερὸ νερό: ΝΥΩ ΘΕΣΩ ΕΧΩ ΟΥΧΙΕΧΩΑ,
καὶ νὰ μὲ ἀκούσει ὁ ζωοποιὸς καὶ πανταχοῦ διαχεόμενος αἰθέρας: ΑΡΝΟΜΗΘΦ,
ἐπειδὴ πρόκειται σήμερα νὰ ἐποπτεύσω μὲ ἀθάνατα μάτια.
Ἐγὼ, θνητὸς γεννημένος ἀπὸ θνητὴ μήτρα, ἔχοντας ἐνισχυθεῖ ἀπὸ μεγάλη δύναμη καὶ ἀπὸ ἀφθαρτο δεξὶ χέρι,
μὲ ἀθάνατο πνεῦμα [βλέπω] τὸν ἀθάνατο Αἰῶνα καὶ κύριο τῶν πύρινων διαδημάτων,
ἔχοντας ἁγιαστεῖ μὲ ἅγια ἁγιάσματα,
ἐνῶ γιὰ λίγο ἡ ἁγία δύναμή μου ὑπάρχει ὑπὸ τὴν ἀνθρώπινη ψυχική μου μορφή,
τὴν ὁποία πάλι θὰ πάρω ὕστερα ἀπὸ τὴ σημερινὴ καὶ πιεστικὴ πικρὴ ἀνάγκη μου, ἀκέραιος.
Ἐγὼ ὁ δεῖνα, ποὺ ἡ δεῖνα, σύμφωνα μὲ τὸ ἀμετάβλητο θέλημα τοῦ Θεοῦ: ΕΥΗ ΥΙΑ ΕΗΙ ΑΩ ΕΙΑΥ ΙΥΑ ΙΕΩ.
Ἐπειδὴ δὲν εἶναι δυνατὸν ἐγὼ, ἔχοντας γεννηθεῖ θνητός, νὰ συναντήσω τὶς χρυσαφένιες λάμψεις τῆς ἀθάνατης φωτεινῆς ἀκτινοβολίας: ΩΗΥ ΑΕΩ ΗΥΑ ΕΩΗ ΥΑΕ ΩΙΑΕ,
στάσου, φθαρτὴ φύση τῶν θνητῶν, καὶ ἀμέσως ξαναδέξου με ὑγιῆ, ὕστερα ἀπὸ τὴν ἀναπόφευκτη καὶ ἐπείγουσα χμεία.
Ἐγὼ γὰρ εἶμαι ὁ υἱὸς ΨΥΧΩ[Ν] ΔΕΜΟΥ ΠΡΟΧΩ ΠΡΩΑ.
Ἐγὼ εἶμαι ΜΑΧΑΡΦ[.]Ν ΜΟΥ ΠΡΩΨΥΧΩΝ ΠΡΩΕ.
Τράβα ἀπὸ τὶς ἀκτῖνες πνεῦμα, ἀνασύροντας ὅσο μπορεῖς, καὶ θὰ δεῖς τὸν ἑαυτό σου νὰ ἀνακουφίζεται καὶ νὰ ἀνεβαίνει σὲ ὕψος, ὥστε νὰ νομίζεις ὅτι βρίσκεσαι στὸ μέσον τοῦ ἀέρα.
Δὲν θὰ ἀκούσεις κανέναν, οὔτε ἄνθρωπο οὔτε ἄλλο ζῶο, οὔτε θὰ δεῖς τίποτε ἀπὸ τὰ θνητὰ πράγματα πάνω στὴ γῆ ἐκείνη τὴν ὥρα· θὰ δεῖς ὅλα τὰ ἀθάνατα.
Θὰ δεῖς, δηλαδή, ἐκείνη τὴν ἡμέρα καὶ ἐκείνη τὴν ὥρα θεϊκὴ θέα: θεοὺς ποὺ ἀνεβαίνουν στὸν οὐρανὸ καὶ ἄλλους ποὺ κατεβαίνουν.
Καὶ ἡ πορεία τῶν θεῶν ποὺ βλέπεις θὰ φανερωθεῖ μέσα ἀπὸ τὸν δίσκο τοῦ πατέρα μου, τοῦ θεοῦ· τὸ ἴδιο καὶ ὁ λεγόμενος αὐλός, ἡ ἀρχὴ τοῦ ἀνέμου ποὺ λειτουργεῖ. Γιατὶ θὰ δεῖς ἀπὸ τὸν δίσκο κάτι σὰν αὐλὸ νὰ κρέμεται.
Πρὸς τὰ μέρη τοῦ λιβᾶ, ἄπειρο σὰν ἀπηλιώτης, ἐὰν ἔχεις κληρωθεῖ στὰ μέρη τοῦ ἀπηλιώτη, καὶ ὁ ἄλλος ὁμοίως στὰ δικά του μέρη, θὰ δεῖς τὴν ἀποφορὰ τοῦ ὁράματος· θὰ δεῖς τοὺς θεοὺς νὰ σὲ κοιτοῦν ἀμετακίνητα καὶ νὰ ὁρμοῦν πρὸς ἐσένα.
Ἐσὺ τότε βάλε ἀμέσως τὸ δεξὶ δάχτυλο στὸ στόμα καὶ πές:
«Σιγή, σιγή, σιγή, σύμβολο ζωντανοῦ καὶ ἀφθάρτου θεοῦ· φύλαξέ με, σιγή ΝΕΧΘΕΙΡ ΘΑΝΜΕΛΟΥ».
Ἔπειτα σφύριξε μακρὰ καὶ κατόπιν κάνε ἕνα φιλί μὲ τὰ χείλη λέγοντας:
ΠΡΟΠΡΟΦΕΓΓΗ ΜΟΡΙΟΣ ΠΡΟΦΥΡ ΠΡΟΦΕΓΓΗ ΝΕΜΕΘΙΡΕ ΑΡΨΕΝΤΕΝ ΠΙΤΗΤΜΙ ΜΕΩΥ ΕΝΑΡΘ ΦΥΡΚΕΧΩ ΨΥΡΙΔΑΡΙΩ ΤΥΡΗ ΦΙΛΒΑ.
Καὶ τότε θὰ δεῖς τοὺς θεοὺς νὰ σὲ κοιτοῦν μὲ εὐμένεια καὶ νὰ μὴν ὁρμοῦν πλέον πρὸς ἐσένα, ἀλλὰ νὰ προχωροῦν πρὸς τὴ δική τους τάξη τῶν πραγμάτων.
Ὅταν λοιπὸν δεῖς τὸν ἄνω κόσμο καθαρὸ καὶ δονούμενο, καὶ κανέναν θεὸ ἢ ἄγγελο νὰ μὴν ὁρμᾷ, περίμενε νὰ ἀκούσεις τὸν κρότο μεγάλης βροντῆς, ὥστε νὰ τρομάξεις.
Ἐσὺ πάλι λέγε:
«Σιγή, σιγή (λόγος), ἐγὼ εἶμαι ὁ πλανώμενος μαζί σας ἀστήρ, καὶ ἀπὸ τὸ βάθος ἀναλάμπω: ΟΞΥ Ο ΞΕΡΘΕΥΘ».
Μόλις τὰ πεῖς αὐτά, ὁ δίσκος θὰ ἁπλωθεῖ ἀμέσως.
Καὶ ἀφοῦ πεῖς τὸν δεύτερο λόγο, ὅπου λέει «σιγή, σιγή» καὶ τὰ ἑξῆς, σφύριξε δύο φορὲς καὶ κάνε δύο φορὲς τὸ φιλί· καὶ ἀμέσως θὰ δεῖς ἀπὸ τὸν δίσκο νὰ πλησιάζουν πολλοὶ ἀστέρες, μεγέθους πέντε δακτύλων, καὶ νὰ γεμίζουν ὅλον τὸν ἀέρα.
Ἐσὺ πάλι λέγε: «Σιγή, σιγή».
Καὶ ὅταν ἀνοίξει ὁ δίσκος, θὰ δεῖς ἕναν ἄφλογο κύκλο καὶ κλεισμένες πύρινες θύρες.
Ἐσὺ τότε συνέχισε ἀμέσως τὸν ἀκόλουθο λόγο, ἔχοντας κλειστὰ τὰ μάτια σου.
Λόγος γ΄:
«Ἄκουσέ με, ἄκουσέ με, ἐγὼ ὁ δεῖνα τῆς δεῖνα.
Κύριε, ἐσὺ ποὺ συνέδεσες μὲ πνεῦμα τὰ πύρινα κλειδιὰ τοῦ τετραγώνου,
πυριπόλε, ΠΕΝΤΙΤΕΡΟΥΝΙ,
κτίστη τοῦ φωτός (ἄλλοι: συγκλείστη): ΣΕΜΕΣΙΛΑΜ,
πυρίπνοε: ΨΥΡΙΝΦΕΥ,
πυρίθυμε: ΙΑΩ,
πνευματόφωτε: ΩΑΙ,
πυριχαρῆ: ΕΛΟΥΡΕ,
καλλίφωτε: ΑΖΑΙ,
Αἰῶνα: ΑΧΒΑ,
φωτοκράτορα: ΠΕΠΠΕΡ ΠΡΕΠΕΜΠΙΠΙ,
πυρισώματε: ΦΝΟΥΗΝΙΟΧ,
φωτοδότη, πυρισπόρε: ΑΡΕΙ ΕΙΚΙΤΑ,
πυρικλόνε: ΓΑΛΛΑΒΑΛΒΑ,
φωτοβίαιε: ΑΙΩ,
πυριδῖνα: ΠΥΡΙΧΙΒΟΟΣΗΙΑ,
φωτοκινῆτε: ΣΑΝΧΕΡΩΒ,
κεραυνοκλόνε: ΙΗ ΩΗ ΙΩΗΙΩ,
κλέος τοῦ φωτός: ΒΕΕΓΕΝΗΤΕ,
αὐξησίφωτε: ΣΟΥΣΙΝΕΦΙΕΝ,
πυρισχησίφωτε: ΣΟΥΣΙΝΕΦΙ ΑΡΕΝΒΑΡΑΖΕΙ ΜΑΡΜΑΡΕΝΤΕΥ,
ἀστροδάμα, ἄνοιξέ μου: ΠΡΟΠΡΟΦΕΓΓΗ ΕΜΕΘΕΙΡΕ ΜΟΡΙΟΜΟΤΥΡΗΦΙΛΒΑ,
ἐπειδὴ σὲ ἐπικαλοῦμαι γιὰ χάρη τῆς ἐπείγουσας, πικρῆς καὶ ἀναπόφευκτης ἀνάγκης, τὰ ἀθάνατα καὶ ἔντιμα ὀνόματα ποὺ δὲν ἔχουν ἀκόμη χωρέσει σὲ θνητὴ φύση, οὔτε ἔχουν ἐκφραστεῖ μὲ ἄρθρωση ἀπὸ ἀνθρώπινη γλώσσα, ἀνθρώπινο φθόγγο ἢ θνητὴ φωνή:
ΗΕΩ ΟΗΕΩ ΙΩΩ ΟΗ ΗΕΩ ΗΕΩ ΟΗ ΕΩ ΙΩΩ ΟΗΗΕ ΩΗΕ ΩΟΗ ΙΗ ΗΩ ΟΩ ΟΗ ΙΕΩ ΟΗ ΩΟΗ ΙΕΩ ΟΗ ΙΕΕΩ ΕΗ ΙΩ ΟΗ ΙΟΗ ΩΗΩ ΕΟΗ ΟΕΩ ΩΙΗ ΩΙΗ ΕΩ ΟΙ ΙΙΙ ΗΟΗ ΩΥΗ ΗΩΟΗΕ ΕΩ ΗΙΑ ΑΗΑ ΕΗΑ ΗΕΕΗ ΕΕΗ ΕΕΗ ΙΕΩ ΗΕΩ ΟΗΕΕΟΗ ΗΕΩ ΗΥΩ ΟΗ ΕΙΩ ΗΩ ΩΗ ΩΗ ΕΕ ΟΟΟ ΥΙΩΗ».
Ὅλα αὐτὰ νὰ τὰ λές μαζί μὲ φωτιὰ καὶ πνεῦμα: ἀφοῦ ὁλοκληρώσεις τὸ πρῶτο, κάνε τὸ ἴδιο καὶ μὲ τὸ δεύτερο, ὥσπου νὰ ὁλοκληρώσεις τοὺς ἑπτὰ ἀθάνατους θεοὺς τοῦ κόσμου.
Ὅταν τὰ πεῖς αὐτά, θὰ ἀκούσεις βροντὴ καὶ τὸν κλονισμὸ τοῦ περιέχοντος κόσμου. Παρομοίως θὰ αἰσθανθεῖς καὶ τὸν ἑαυτό σου νὰ ταράζεται.
Ἐσὺ πάλι λέγε: «Σιγή» (λόγος).
Ἔπειτα ἄνοιξε τὰ μάτια καὶ θὰ δεῖς τὶς θύρες ἀνοιγμένες καὶ τὸν κόσμο τῶν θεῶν ποὺ βρίσκεται μέσα στὶς θύρες, ὥστε ἀπὸ τὴν εὐχαρίστηση καὶ τὴ χαρὰ τοῦ θεάματος τὸ πνεῦμά σου νὰ συστέλλεται καὶ νὰ ἀνεβαίνει.
Σήκω λοιπὸν ἀμέσως καὶ τράβα ἀπὸ τὸ θεῖο πνεῦμα, κοιτάζοντας μέσα σου.
Ὅταν λοιπὸν ἡ ψυχή σου ἐπανέλθει, λέγε:
«Ἔλα, κύριε, ΑΡΧΑΝΔΑΡΑ ΦΩΤΑΖΑ ΠΥΡΙΦΟΤΑ ΖΑΜΥΘΙΞ ΕΤΙΜΕΝΜΕΡΟ ΦΟΡΑΘΗΝ ΕΡΙΗ ΠΡΟΘΡΙ ΦΟΡΑΘΙ».
Μόλις τὸ πεῖς αὐτό, οἱ ἀκτῖνες θὰ στραφοῦν πρὸς ἐσένα· στάσου ἀνάμεσά τους.
Ὅταν τὸ κάνεις αὐτό, θὰ δεῖς ἕναν νεότερο θεό, ὄμορφο στὴν ὄψη, μὲ πύρινα μαλλιά, φορώντας λευκὸ χιτώνα καὶ κόκκινη χλαμύδα, καὶ ἔχοντας πύρινο στεφάνι.
Χαιρέτησέ τον ἀμέσως μὲ τὸν πύρινο χαιρετισμό:
«Κύριε, χαῖρε, μεγαλοδύναμε, μεγαλοκράτορα, βασιλιά, μέγιστε τῶν θεῶν, Ἥλιε, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, θεὲ τῶν θεῶν· ἰσχυρὴ εἶναι ἡ πνοή σου, ἰσχυρὴ εἶναι ἡ δύναμή σου, κύριε.
Ἐὰν σοῦ φαίνεται καλό, ἀνάγγειλέ με στὸν μέγιστο θεό, ἐκεῖνον ποὺ σὲ γέννησε καὶ σὲ δημιούργησε, ὅτι ἐγώ, ἄνθρωπος, ὁ δεῖνα τῆς δεῖνα, γεννημένος ἀπὸ τὴ θνητὴ μήτρα τῆς δεῖνα καὶ ἀπὸ σπερματικὸ ἰχώρ, καὶ ἀφοῦ σήμερα ξαναγεννήθηκα ἀπὸ ἐσένα, ἔχοντας ἀπαθανατιστεῖ ἀπὸ τόσες μυριάδες σὲ αὐτὴ τὴν ὥρα, σύμφωνα μὲ τὴ βούληση τοῦ ὑπερβολικὰ ἀγαθοῦ θεοῦ, ἀξιώνω νὰ σὲ προσκυνήσω καὶ σὲ παρακαλῶ σύμφωνα μὲ τὴν ἀνθρώπινη δύναμή μου
(γιὰ νὰ πάρεις μαζί σου καὶ τὸν ὡρονομόμονα τῆς σημερινῆς ἡμέρας καὶ ὥρας, τοῦ ὁποίου τὸ ὄνομα εἶναι θραψιαρι· μοριροκ, ὥστε, ἀφοῦ φανερωθεῖ, νὰ ἀναγγείλει τὰ καλά στὶς καλὲς ὧρες):
ΕΩΡΩ ΡΩΡΕ ΩΡΡΙ ΩΡΙΩΡ ΡΩΡ ΡΩΙ ΩΡ ΡΕΩΡΩΡΙ ΕΩΡ ΕΩΡ ΕΩΡ ΕΩΡΕ».
Μόλις τὰ πεῖς αὐτά, θὰ ἔρθει στὸν πόλο καὶ θὰ τὸν δεῖς νὰ περπατᾷ σὰν νὰ βρίσκεται πάνω σὲ δρόμο.
Ἐσὺ, κοιτάζοντάς τον καὶ βγάζοντας μακρὺ μυκηθμὸ μὲ τρόπο κερατοειδή, ἀφήνοντας ὅλο τὸ πνεῦμα νὰ βγεῖ καὶ πιέζοντας τὴ λαγόνα, βγάλε τὸν μυκηθμὸ καὶ φίλησε τὰ φυλακτήρια, λέγοντας πρῶτα πρὸς τὰ δεξιά:
«Φύλαξέ με, ΠΡΟΣΥΜΗΡΙ».
Ὅταν τὸ πεῖς αὐτό, θὰ δεῖς θύρες νὰ ἀνοίγουν καὶ ἀπὸ τὸ βάθος νὰ ἔρχονται ἑπτὰ παρθένες ντυμένες μὲ βυσσινὶ ἐνδύματα, μὲ πρόσωπα σὰν ἀσπίδες.
Αὐτὲς ὀνομάζονται Τύχες τοῦ οὐρανοῦ καὶ κρατοῦν χρυσὰ βραβεῖα.
Ὅταν τὶς δεῖς, χαιρέτησέ τες ἔτσι:
«Χαίρετε, οἱ ἑπτὰ Τύχες τοῦ οὐρανοῦ, σεμνὲς καὶ ἀγαθὲς παρθένοι, ἱερὲς καὶ ὁμοδίαιτες τοῦ μινιμιρροφόρ, οἱ ἁγιώτατες φύλακες τῶν τεσσάρων στύλων.
Χαῖρε ἡ πρώτη, ΧΡΕΨΕΝΘΑΗΣ.
Χαῖρε ἡ δεύτερη, ΜΕΝΕΣΧΕΗΣ.
Χαῖρε ἡ τρίτη, ΜΕΧΡΑΝ.
Χαῖρε ἡ τέταρτη, ΑΡΑΡΜΑΧΗΣ.
Χαῖρε ἡ πέμπτη, ΕΧΟΜΜΙΗ.
Χαῖρε ἡ ἕκτη, ΤΙΧΝΟΝΔΑΗΣ.
Χαῖρε ἡ ἕβδομη, ΕΡΟΥ ΡΟΜΒΡΙΗΣ».
Ἔρχονται ἐπίσης ἄλλοι ἑπτὰ θεοὶ μὲ πρόσωπα μαύρων ταύρων, φορώντας λινὰ περιζώματα καὶ κρατώντας ἑπτὰ χρυσὰ διαδήματα.
Αὐτοὶ εἶναι οἱ λεγόμενοι κοσμοκράτορες τοῦ οὐρανοῦ, τοὺς ὁποίους πρέπει νὰ χαιρετήσεις ὁμοίως, καθέναν μὲ τὸ δικό του ὄνομα:
«Χαίρετε, οἱ κνωδακοφύλακες, οἱ ἱεροὶ καὶ ἄλκιμοι νεανίες, ἐσεῖς ποὺ μὲ μία μόνο προσταγὴ περιστρέφετε τὸν περιδινόμενο ἄξονα τοῦ κύκλου τοῦ οὐρανοῦ καὶ ἀφήνετε νὰ ξεσποῦν βροντὲς καὶ ἀστραπὲς καὶ χτυπήματα σεισμῶν καὶ κεραυνῶν ἐναντίον τῶν ἀσεβῶν φυλῶν· σὲ μένα ὅμως, ποὺ εἶμαι εὐσεβὴς καὶ θεοσεβής, [δώστε] ὑγεία καὶ ὁλοκληρία τοῦ σώματος, δύναμη στὴν ἀκοὴ καὶ στὴν ὅραση, καὶ ἀταραξία μέσα στὶς καλὲς ὧρες τῆς σημερινῆς ἡμέρας, κύριοί μου καὶ μεγαλοκράτορες θεοί.
Χαῖρε ὁ πρῶτος, ΑΙΕΡΩΝΘΙ.
Χαῖρε ὁ δεύτερος, ΜΕΡΧΕΙΜΕΡΟΣ.
Χαῖρε ὁ τρίτος, ΑΧΡΙΧΙΟΥΡ.
Χαῖρε ὁ τέταρτος, ΜΕΣΑΡΓΙΛΤΩ.
Χαῖρε ὁ πέμπτος, ΧΙΧΡΩΑΛΙΘΩ.
Χαῖρε ὁ ἕκτος, ΕΡΜΙΧΘΑΘΩΨ.
Χαῖρε ὁ ἕβδομος, ΕΟΡΑΣΙΧΗ».
Ὅταν λοιπὸν σταθοῦν ἐδῶ κι ἐκεῖ στὴν τάξη τους, κοίταζε τὸν ἀέρα καὶ θὰ δεῖς νὰ κατεβαίνουν ἀστραπὲς καὶ φῶτα ποὺ λαμπυρίζουν, τὴ γῆ νὰ σείεται καὶ ἕναν ὑπερβολικὰ μεγάλο θεὸ νὰ κατεβαίνει.
Θὰ ἔχει φωτεινὴ ὄψη, θὰ εἶναι νεότερος, χρυσομάλλης, μὲ λευκὸ χιτώνα, χρυσὸ στεφάνι καὶ ἀναξυρίδες, καὶ θὰ κρατᾷ μὲ τὸ δεξὶ χέρι ἕναν χρυσὸ ὦμο μοσχαριοῦ, ὁ ὁποῖος εἶναι ἡ Ἄρκτος ποὺ κινῶντας καὶ ἀντιστρέφοντας τὸν οὐρανὸ περιπολεῖ ἄλλοτε πρὸς τὰ πάνω καὶ ἄλλοτε πρὸς τὰ κάτω, σύμφωνα μὲ τὴν ὥρα.
Ἔπειτα θὰ δεῖς ἀπὸ τὰ μάτια του νὰ βγαίνουν ἀστραπὲς καὶ ἀπὸ τὸ σώμα του νὰ πηδοῦν ἀστέρες.
Ἐσὺ τότε βγάλε ἀμέσως μακρὺ μυκηθμό, πιέζοντας τὴν κοιλιά, γιὰ νὰ κινήσεις καὶ τὶς πέντε αἰσθήσεις· ἔπειτα, σὲ μακρὰ ἀπόθεση, βγάλε πάλι μυκηθμὸ καὶ φίλησε τὰ φυλακτήρια λέγοντας:
«ΜΟΚΡΙΜΟ ΦΕΡΙΜΟΦΕΡΕΡΙ ζωή μου, τοῦ δεῖνα, μεῖνε ἐσύ, μεῖνε μέσα στὴν ψυχή μου, μὴ μὲ ἐγκαταλείψεις, ἐπειδὴ σὲ διατάζει ΕΝΘΟ ΦΕΝΕΝ ΘΡΟΠΙΩΘ».
Καὶ κοίταζε ἐπίμονα τὸν θεό, βγάζοντας μακρὺ μυκηθμό, καὶ χαιρέτησέ τον ἔτσι:
«Κύριε, χαῖρε, δέσποτα τοῦ νεροῦ,
χαῖρε, ἀρχηγὲ τῆς γῆς,
χαῖρε, δυνάστα τοῦ πνεύματος,
λαμπροφέγγη, ΠΡΟΠΡΟΦΕΓΓΗ ΕΜΕΘΙΡΙ ΑΡΤΕΝΤΕΠΙ ΘΗΘ ΜΙΜΕΩ ΥΕΝΑΡΩ ΦΥΡΧΕΧΩ ΨΗΡΙ ΔΑΡΙΩ ΦΡΗ ΦΡΗΛΒΑ.
Ἀνάγγειλε, κύριε, [τὸν χρησμὸ] γιὰ τὸ τάδε ζήτημα.
Κύριε, ἀφοῦ ξαναγεννήθηκα, ἀποθνῄσκω, αὐξάνομαι καὶ, ἀφοῦ αὐξηθῶ, τελειώνω· ἀπὸ ζωογόνο γένεση γεννήθηκα, πρὸς ἀπογένεση ἀναλυμένος πορεύομαι, ὅπως ἐσὺ ἔκτισες, ὅπως ἐσὺ νομοθέτησες καὶ ἔκανες μυστήριο.
Ἐγώ εἰμι ΦΕΡΟΥΑ ΜΙΟΥΡΙ».
Μόλις τὰ πεῖς αὐτά, θὰ δώσει ἀμέσως χρησμό. Ἡ ψυχή σου θὰ βρίσκεται σὲ κατάσταση ἔκστασης καὶ δὲν θὰ εἶσαι ὁ ἑαυτός σου ὅταν σοῦ ἀπαντήσει.
Καὶ θὰ σοῦ πεῖ τὸν χρησμὸ σὲ στίχους· ὕστερα θὰ φύγει. Ἐσὺ θὰ στέκεσαι ἔκπληκτος καὶ ἄφωνος, ἐπειδὴ θὰ μπορέσεις νὰ συγκρατήσεις ὅλα αὐτὰ αὐτόματα, καὶ τότε θὰ θυμηθεῖς ἀπαράλλακτα ὅσα εἶπε ὁ μεγάλος θεός, ἀκόμη κι ἂν ὁ χρησμὸς ἦταν χιλιάδων στίχων.
Ἐὰν θέλεις νὰ χρησιμοποιήσεις καὶ σύνμυστο, ὥστε μόνο ἐκεῖνος μαζί σου νὰ ἀκούσει ὅσα λέγονται, ἂς νηστέψει μαζί σου ἑπτὰ ἡμέρες καὶ ἂς ἀπέχει ἀπὸ ἔμψυχα [τροφὰ] καὶ ἀπὸ τὸ λουτρό.
Ἐὰν ὅμως εἶσαι μόνος καὶ ἐπιχειρεῖς ὅσα εἶπε ὁ θεός, λέγε τα σὰν νὰ βρίσκεσαι σὲ ἔκσταση καὶ νὰ προφέρεις ἔκστατους λόγους.
Ἐὰν πάλι θέλεις νὰ τὰ δείξεις σὲ κάποιον, ἀφοῦ κρίνεις ὅτι εἶναι ἄξιος νὰ τὰ ἀκούσει μὲ ἀσφάλεια ὡς ἄνθρωπος, καὶ χρησιμοποιήσεις τὸν τρόπο ὡς νὰ κρίνεσαι γι᾿ αὐτὸν κατὰ τὸν ἀπαθανατισμό, ὑπόβαλέ του πρῶτα τὸν λόγο ποὺ ἀρχίζει:
«Γένεσις πρώτη τῆς ἐμῆς γενέσεως ΑΕΗΙΟΥΩ».
Καὶ τὰ ἑξῆς νὰ τὰ πεῖς ὡς μύστης πάνω ἀπὸ τὸ κεφάλι του, μὲ ἄτονη φωνή, ὥστε νὰ μὴν τὰ ἀκούσει, ἀλείφοντας τὴν ὄψη του μὲ τὸ μυστήριο.
Αὐτὸς ὁ ἀπαθανατισμὸς γίνεται τρεῖς φορὲς τὸν χρόνο.
Ἐὰν ὅμως κάποιος, ὦ παιδί μου, θελήσει, ἀφοῦ δοθεῖ ἡ ἐντολή, νὰ παρακούσει, αὐτὸς δὲν θὰ ὑπάρχει πλέον.>

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

1974: Η ΙΣΤΟΡΙΚΗ ΑΛΗΘΕΙΑ ΓΙΑ ΤΗΝ ΠΡΟΔΟΣΙΑ ΤΗΣ ΚΥΠΡΟΥ & ΤΗΝ ΜΕΤΑΠΟΛΙΤΕΥΣΗ.

ΣΥΝΤΟΜΟ ΒΙΟΓΡΑΦΙΚΟ (Διαμαντῆς Κούτουλας)

Χαῖρε Κωνσταντῖνε, τελευταῖε Βασιλέα τῶν Ἑλλήνων!